Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.108 Joseph. AJ 18.113 (English) >>Joseph. AJ 18.118

18.111καὶ μὲν εἰς τὴν Ῥώμην ἔπλει ταῦτα συνθέμενος. ἐπεὶ δὲ ἐπανεχώρει διαπραξάμενος ἐν τῇ Ῥώμῃ ἐφʼ ἅπερ ἔσταλτο, γυνὴ πύστεως αὐτῇ τῶν πρὸς τὴν Ἡρωδιάδα συνθηκῶν γενομένης πρὶν ἔκπυστος αὐτῷ γενέσθαι τὰ πάντα ἐκμαθοῦσα κελεύει πέμπειν αὐτὴν ἐπὶ Μαχαιροῦντος, μεθόριον δʼ ἐστὶ τῆς τε Ἀρέτα καὶ Ἡρώδου ἀρχῆς, γνώμην οὐκ ἐκφαίνουσα τὴν αὐτῆς. 18.112καὶ Ἡρώδης ἐξέπεμψεν μηδὲν ᾐσθῆσθαι τὴν ἄνθρωπον προσδοκῶν. δέ, προαπεστάλκει γὰρ ἐκ πλείονος εἰς τὸν Μαχαιροῦντα τῷ τε πατρὶ αὐτῆς ὑποτελεῖ, πάντων εἰς τὴν ὁδοιπορίαν ἡτοιμασμένων ὑπὸ τοῦ στρατηγοῦ ἅμα τε παρῆν καὶ ἀφωρμᾶτο εἰς τὴν Ἀραβίαν κομιδῇ τῶν στρατηγῶν ἐκ διαδοχῆς παρῆν τε ὡς τὸν πατέρα τάχος καὶ αὐτῷ τὴν Ἡρώδου διάνοιαν ἔφραζεν. 18.113 δὲ ἀρχὴν ἔχθρας ταύτην ποιησάμενος περί τε ὅρων ἐν γῇ τῇ Γαμαλικῇ, καὶ δυνάμεως ἑκατέρῳ συλλεγείσης εἰς πόλεμον καθίσταντο στρατηγοὺς ἀπεσταλκότες ἀνθʼ ἑαυτῶν. 18.114καὶ μάχης γενομένης διεφθάρη πᾶς Ἡρώδου στρατὸς προδοσίας αὐτῷ γενομένης ὑπʼ ἀνδρῶν φυγάδων, οἳ ὄντες ἐκ τῆς Φιλίππου τετραρχίας Ἡρώδῃ συνεστράτευον. 18.115ταῦτα Ἡρώδης γράφει πρὸς Τιβέριον. δὲ ὀργῇ φέρων τὴν Ἀρέτα ἐπιχείρησιν γράφει πρὸς Οὐιτέλλιον πόλεμον ἐξενεγκεῖν καὶ ἤτοι ζωὸν ἑλόντα ἀναγαγεῖν δεδεμένον κτεινομένου πέμπειν τὴν κεφαλὴν ἐπʼ αὐτόν. καὶ Τιβέριος μὲν ταῦτα πράσσειν ἐπέστελλεν τῷ κατὰ Συρίαν στρατηγῷ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.108 Joseph. AJ 18.113 (English) >>Joseph. AJ 18.118

Powered by PhiloLogic